Ancient Greek
PSI 4 362
Documentary Papyri, Psi 4 362
Not analysed yet
Σῶσος Ζήνωνι χαίρειν. καταπλεύσας εἰς Μένδητα ἀπέδωκα τὰς παρὰ σοῦ καὶ Ἰατροκλέους ἐπιστολὰς Διονυσίωι καὶ Προμηθίωνι. ἀπὸ τύχης δὲ παρῆν Ἀπολλώνιος ὁ φορολόγος, ὥστε ὁ μὲν Διονύσιος πρόφασιν εἶχεν ταύτην, ἐμοῦ δὲ καταμείναντος ἐκεῖ ἡμέρας δέκα Προμηθίων πάντων βέλτιστος, ὁρῶν με πλείους ἡμέρας ἐκεῖ ποιοῦντα, γράφει μοι εἰς Ἀλεξάνδρειαν πρὸς Διόδοτον ἐπιστολὴν διαγράψαι μοι χαλκοῦ δραχμὰς Β, καὶ Λιμναίωι ἔφατο δεδωκέναι δραχμὰς Ασ. ἤμην δὲ πρὸς τῶι λαμβάνειν τὸν χαλκόν. ἔρρωσο. ἔτους λε, Χοίαχ α. Ζήνωνι.