Ancient Greek
PSI 4 364
Documentary Papyri, Psi 4 364
Not analysed yet
Ζηνόδωρος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, καλῶς ἂν ἔχοι· ὑγιαίνομεν δὲ καὶ αὐτοί. γίνωσκε Διονύσιον τὸν ἀδελφὸν νενικηκότα τὸν ἐν Ἱερᾶι νήσωι ἀγῶνα τῶν Πτολεμαιέων γέγραφα οὖν σοι ἵνα εἰδῆις. κεκομίσμεθα δὲ καὶ τὸ ἱμάτιον ὃ ἀπέσταλκας, εὐχαριστήσεις δέ μοι ἀποστείλας καὶ τὸ ἕτερον ἤδη· ἔστω δὲ τούτου παχύτερον καὶ τῆι ἐρέαι μαλακόν, ὅπως ἔχηι Διονύσιος ἁδελφὸς εἰς τὰ Ἀρσινόεια. ἔρρωσο. ἔτους λε, Λωίου η. τῶι παρʼ Ἀπολλωνίου εἰς Φιλαδέλφειαν Ζήνωνι.