Ancient Greek
PSI 4 367
Documentary Papyri, Psi 4 367
Not analysed yet
Δᾶμις Ζήνωνι χαίρειν. καλῶς ποιήσεις μάλιστα μὲν ἀποδοὺς τὴν βοῦν τῶι γεωργῶι· εἰ δὲ μή, τὸν ἐξαγαγόντα ἀποστείλας πρὸς ἡμᾶς· ἀναγγέλλουσι γὰρ ἡμῖν τεθεῖσθαί σε αὐτὸν εἰς φυλακήν. ἐποίησα δὲ καὶ τοῖς Ἄραψι τὴν νομήν, καθότι μοι ἔγραψας, ἑτέρων ἤδη ἐχόντων· ἀναγγελοῦσι δέ σοι καὶ αὐτοί. ἔρρωσο. ἔτους λϛ, Θωὺθ κγ. Ζήνωνι