Ancient Greek
PSI 4 366
Documentary Papyri, Psi 4 366
Not analysed yet
Δᾶμις ὁ παρὰ Θεμίστου Ζήνωνι χαίρειν. τῶν ἐκ Πτολεμαίδος γεωργῶν Πετωὺς καὶ Θοτορταῖς βοῦν ὑφελόμενοι μετήγαγον εἰς Φιλαδέλφειαν. ἀπέσταλκα οὖν Εὔβιον τὸν φυλακίτην. καλῶς οὖν ποιήσεις συντάξας, ἐὰν ἐπιλαμβάνηται τῶν ἀνθρώπων καὶ τῆς βοός, μηθένα αὐτὸν ἀποβιάσασθαι, ἀλλὰ καταστῆσαι ἐπί σε· καὶ ἐάν τι δικαιότερον λέγωσι οἱ παρʼ ἡμῶν, παραδοθῆναι αὐτοῖς τὴν βοῦν καὶ τὰ σώματα. ἔρρωσο. ἔτους λϛ, Θωὺθ ϛ. ἔτους λϛ, Θὼθ ια. Δᾶμις βοὸς καὶ σώματος. Ζήνωνι.