Ancient Greek
PSI 4 374
Documentary Papyri, Psi 4 374
Not analysed yet
Δημήτριος Ζήνωνι χαίρειν. ἔγραψας ἡμῖν, ἐὰν εὐκαιρῶμεν, ἀποστεῖλαί σοι τὸ πλοιάριον. τὸ μὲν οὖν μὴ εὐκαιρεῖν σοὶ οὐχ ἡμέτερον ἔστω, ἐτύνχανεν δὲ τὸ πλοιάριον ἀναπεπλευκὸς εἰς Ἡρακλέους πόλιν. ἀκούσας δὲ ἐκεῖθεν ἄρτι παρέσεσθαι εἰς Τάσκρυν καὶ αὐτοῦ πανηγυριεῖν τοὺς ναύτας, γράψας τῶι παρά σου δέδωκα ἐπιστολήν, ὅπως, ἐὰν καταλαμβάνηι αὐτούς, ἔχων τὸ πλοῖον ἀναπλεύσηι πρός σε. ἔρρωσο. ἔτους λϛ, ἐπαγομένων γ. ἔτους λϛ, ἐπαγομένων ε. Δημήτριος πλοίου. Ζήνωνι.