Ancient Greek
PSI 4 375
Documentary Papyri, Psi 4 375
Not analysed yet
Πεισικλῆς Νίκανδρος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, καλῶς ἂν ἔχοι· ὑγιαίνομεν δὲ καὶ αὐτοί. ἔγραψας ἡμῖν ὅτι οὐ δυνατὸν εἴη κομίσασθαι ἀπὸ τῆς τραπέζης τοῦ σησάμου τὴν τιμήν. ἀνήγγελλεν δʼ ἡμῖν καὶ Διόγνητος ὃν τρόπον ἐφιλοτιμήθης περὶ ἡμῶν, ὅπως μὴ ἀπολέσωμεν τὸ κερμάτιον. σὺ οὖν, ὥσπερ καὶ τὰ λοιπὰ ἡμῖν συναγήγοχας, καὶ περὶ τοῦ λοιποῦ κερματίου φρόντισον ὅπως ἂν κομισθῆι, ὡς ἄν ποτε δυνατὸν ἦι. καὶ τὴν οἰκίαν δὲ καὶ τὸ ἀμπελωνίδιον, περὶ ὧν γράφεις ἡμῖν, ὡς ἄν σοι καιρὸς γένηται διάθου, ὅπως ἂν ἔχωμεν καὶ ἡμεῖς χαλκοὺς εἰς ἀνήλωμα. ἔρρωσο. ἔτους λϛ, Πανήμου κϛ. ἔτους λϛ, ἐπαγομένων ε. Πεισικλῆς Νίκανδρος κερματίου. Ζήνωνι