Ancient Greek
PSI 4 391 a
Documentary Papyri, Psi 4 391
Not analysed yet
Νέστος Ζήνωνι χαίρειν. ἐνέτυχον ἡμῖν οἱ ἐν Φιλαδελφείαι ἱππεῖς, ἀξιοῦντες τὸ δοθὲν παρʼ ἡμῶν Δημέαι εἰς τὸ γυμνάσιον, ἡνίκα προεστήκη, τό τε παρʼ ἐμοῦ ἰδίαι δραχμαὶ κ καὶ τὸ παρὰ Κλειτορίου δραχμαὶ ιη καὶ τὸ παρὰ Ἀριστάρχου τοῦ νομάρχου δραχμαὶ η· ὃ γίνονται δραχμαὶ μϛ· ἐπεὶ οὖν ὁ Δημέας τότε προεστηκὼς οὐκ ἀνήλωσεν, ἀλλὰ συνοφείλονται ἐν αὐτῶι, ἀποδοθήτω τοῖς νῦν προεστηκόσιν Ἀγελάωι Φιλίωι. ἔρρωσο. ἔτους ϛ, Φαῶφι δ. …τοῦ μέλιτος οὗ εἶπά σοι χοῦς τρεῖς . καλῶς οὖν ποιήσεις …ν συντιθῆται εἰς τὰ Ἑρμαῖα καὶ ὁρίσας συν …σύνταξον οὖν συνθεῖναι ἅμα τῶι μέλιτι …ὑμᾶς ἐν τῶι παρόντι γεγράφηκα Ζήνωνι στρωμάτιον …πρὸς πολλοῖς αὐτὸν εἶναι, καλῶς ἂν ποιήσαις …νι, τοῦ δὲ μέλιτος τὴν τιμὴν δώσω Σωστράτωι εἰς Φιλαδέλφειαν προσκεφαλαι …ε…θινα…β ψιλήν γεινα Διοσκόρωι προσκεφαλαι …περιστρωμ…β στρωματ…γ καινὴν τ…δα κυνὸς τ…α τράπεζαν πυξίνην