Ancient Greek
PSI 4 392
Documentary Papyri, Psi 4 392
Not analysed yet
Ἑρμοκράτης Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι καὶ τὰ ἄλλα σοι κατὰ τρόπον συναντᾶι, εἴη ἂν τὸ δέον· ὑγίαινον δὲ καὶ αὐτός. τῆς ἀνακρίσεως ἡμῶν γεγενημένης κατὰ λόγον καὶ ἐπιδεδομένης εἰς αὐλήν, ἕως μὲν διεκαρτεροῦμεν, ἐν οὐ τῆι τυχούσηι δαπάνηι ὄντες, μηθένα τῶν φίλων ἐνοχλεῖν, οἰόμενοι ἐν τάχει ἐπισκέψεσθαι τὸν βασιλέα· ἐπειδὴ δὲ διʼ ἄλλα ἐνεστηκότα ἀναγκαῖα μακρὸν ἐγίνετο καὶ ὃ ὑπελιμπανόμεθα κερμάτιον εἰς τοὺς προστατοῦντας τῆς σωτηρίας ἡμῶν, ἐδαπανῶμεν εἰς τὰ καθʼ ἡμέραν ἀναγκαῖα, ὥστε συνβῆναι τοῦ βασιλέως εὐιλάτου γενομένου καὶ ἐπιγράψαντος τὴν ἄφεσιν, ὅπερ σὺν θεῶι εἰπεῖν πεπείσμεθα, δοκεῖν ἄλλοις ἐξαλλακτὰς εἶναι· τὰ πρός σε ἔτι ἐξ ἀρχῆς ἐν τοῖς ἀναγκαιοτάτοις τεθειμένοι, καλῶς ἔχειν ὑπελάβομεν γράψαι ὅπως, ἂν σοι φαίνηται, ὑπολαβὼν εἴς τι τῶν προκιμένων ἀνηλωκέναι, δοὺς Ἀμμωνίωι τῶι κεκομικότι σοι τὴν ἐπιστολὴν ὅσον ἄν ποτε εὐκαιρῆις, εὖ δὲ γίνωσκε διότι ὃ ἂν συμβάληι εἰς τὴν σωτηρίαν μου, ἂν μέν, καθότι γράφομεν, συναντήσηι ἡμῖν τὰ παρὰ τοῦ βασιλέως κατὰ λόγον, κομιῆι διπλάσιον· εἰ δὲ μή γε, ἔσηι παρὰ πᾶσι οὐκ ἀπεστρεμμένος ἄνθρωπον ἀνέγκλητόν σοι γεγενημένον ἐν αἴσχει ὑπὸ τῆς ἀκληρίας. εὐχαριστήσεις δέ μοι φιλοτιμότερον γράψας ἐνταῦθα οἷς ἂν ὑπολαμβάνηις ἐπιτήδεον εἶναι, συνπαρίστασθαι ἡμῖν ἐν οἷς ἂν τυγχάνωμεν χρείαν ἔχοντες ἀβλαβῶς, καὶ ἐμοὶ γράψας ὅσον ἂν συνθῆις τῶι Ἀμμωνίωι. ἔρρωσο. ἔτους ζ, Τῦβι ιβ. Ζήνωνι