Ancient Greek
PSI 4 393
Documentary Papyri, Psi 4 393
Not analysed yet
ἔτους ϛ, Τῦβι ιζ. προσάγγελμα Ἀνδρομάχωι ἀρχιφυλακίτηι Φιλαδελφείας παρὰ Σαμοήλιος καὶ Ἀλεξάνδρου ἀμπελουργῶν τῶν ἐξειληφότων τὸν Ζήνωνος καὶ Σωστράτου ἀμπελῶνα. τῆι νυκτὶ τῆι πρὸ τῆς ιϛ ἀπόλωλε ἐκ τοῦ Ζήνωνος καὶ Σωστράτου ἀμπελῶνος χάρακος καλαμίνου μυριάδες τρεῖς . …ἐπεδείξαμέν σοι τῆι ιϛ καὶ …ι τῶι τῶν παρὰ Ἀγήνορος τοῦ στρατηγοῦ συναποσταλέντι καὶ Θεοπόμπωι τῶι φυλακίτηι παρόντων καὶ ἄλλων ἐν τῶι Κελεήσιος ἀμπελῶνι. τιμῶμεν οὖν τὸν μυρίον χαλκοῦ δραχμῶν ιδ, ὥστʼ εἶναι χαλκοῦ δραχμὰς μβ. ἔτους ϛ, Τῦβι ιζ. προσάγγελμα Ἀνδρομάχωι ἀρχιφυλακίτηι Φιλαδελφείας παρὰ Σαμοήλιος καὶ Ἀλεξάνδρου ἀμπελουργῶν τῶν ἐξειληφότων τὸν Ζήνωνος καὶ Σωστράτου ἀμπελῶνα. τῆι ιϛ τοῦ Τῦβι νυκτὸς παραγενόμενοι κλέπται τινὲς ὤιχοντο ἔχοντες ἐκ τοῦ Ζήνωνος καὶ Σωστράτου ἀμπελῶνος ἑξηκονταρούρου τοῦ περὶ Φιλαδέλφειαν ἄξιον τὸν μυρίον δραχμῶν ιδ …τῆι αὐτῆι ἡμέραι τοῦτο ἐπεδείξαμέν σοι καὶ …ι τῶι τῶν παρὰ Ἀγήνορος τοῦ στρατηγοῦ συναποσταλέντι καὶ Θεοπόμπωι τῶι φυλακίτηι παρόντων καὶ ἄλλων ἐν τῶι Κελεήσιος ἀμπελῶνι. τιμῶμεν οὖν τὸν μυρίον χαλκοῦ δραχμῶν ιδ, ὥστʼ εἶναι