Ancient Greek
PSI 4 399
Documentary Papyri, Psi 4 399
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Αἰσχίνας Θεσσαλὸς τῶν Ἀλκίππου χερσάνιππος πεντακοσίαρχος τῶν ἐκ τῆς Σύρων κώμης τοῦ Ἀρσινοίτου. ἀδικούμενος ὑπὸ Πετοβάστιος τοῦ γεωργοῦ …πρὸς αὐτὸν τῆς μισθώσεως, κατέστησα αὐτὸν ἐπὶ Ἀρίσταρχον τὸν νομάρχην Ἀρίσταρχος δὲ ἐκέλευσε τὴν συγγραφὴν ἐνεγκεῖν καὶ τὸν συγγραφοφύλακα …ης συγγραφῆς λαβὼν Ἀρίσταρχος καὶ ἀναγνούς, τὰ μὲν ἐπίτιμα …ἀφεῖναι ?,τὰ δʼ ἔρια δέκα μνᾶς, ἃς προσώφειλε, κομίσασθαι καὶ πυρῶν ἀρτάβας …ἐν ἡμέραις δέκα. δέομαι οὖν σου βασιλεῦ, εἴ σοι δοκεῖ, ἐπεὶ Πετοβάστις …νη ἀφεῖκας, συντάξαι Ἑρμαφίλωι, ἃ ἐπέκρινεν Ἀρίσταρχος …συντάξαι Κτησικλῆι τῶι οἰκονόμωι τῶι ἐπὶ τῶν τόπων …δοῦναι ἐκ τῶν Πετοβάστιος, ἵνα μὴ τῶι ῥίγει καὶ τῆι λιμῶι ἀπόλωμαι ἀλλὰ οὕτως διὰ σέ, βασιλεῦ, τετευχὼς ὦ τοῦ δικαίου. εὐτύχει. ιπ