Ancient Greek
PSI 4 400
Documentary Papyri, Psi 4 400
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Ἀγάθωνος. περὶ ὧν σοι ἐμπεφάνικα, ἵνα καὶ κομιδήν τινα ποιήσηι, πρὸ τοῦ βασιλικὰ γενέσθαι· ὀφείλει γὰρ εἰς τὸ βασιλικὸν πολλά· καὶ διδάξω ὅθεν τὴν κομιδὴν ποιήσει καὶ περὶ ὧν σοι δύναμαι χρήσιμος γενέσθαι, ὥστε σε προσωφελεῖν ἐκ τῆς γῆς οὐκ ὀλίγον. εἰσὶν δὲ ἄρουραι σξε ἃς γεωργεῖ Πετοβάστις. ἀξιῶ οὖν παραδοθῆναί μοι ταύτας. ἐγὼ δέ σοι, ὅσην ἂν σιτοφορήσω ἀναπληρώσω ἀκίνδυνον πυρῶν ἀρτάβας ι· εἰ δὲ μή, ι δραχμὰς τὴν ἄρουραν. σὺ δὲ δύνηι ἐκ δ δραχμῶν διαλύειν τὰ ἐκφόρια, ὥστε μηθὲν βλάπτεσθαί σε, ἀλλʼ ὠφελεῖσθαι δραχμὰς ϛ. ἀναπαύσεις δὲ κατʼ ἐνιαυτὸν ἄρουρας ρ, ἐγὼ δὲ ἀναπληρώσω τὴν ἄρουραν χόρτου δέσμας διμναίους Αφ. καὶ ἐὰν μὲν βούληι ἐκφόρια διαλύειν· εἰ δὲ μή, τιμῆς τὴν ἄρουραν δραχμὰς γ. ὅσα δʼ ἂν χλωρὰ τὰ κτήνη ἐξανηλώσηι σου ἀνυπόλογόν σοι οἴσω, σοῦ παρέχοντος τὸ σπέρμα ὥστε καὶ τὰ κτήνη σου ἔχειν χορτάσματα δωρεάν. καὶ διδάξω σε ὅτι λύει. ὀψώνιον δέ μοι τάξεις σὺν παντὶ κατὰ μῆνα δραχμὰς ι. οὐ γὰρ προς …επι…