Ancient Greek
PSI 4 402
Documentary Papyri, Psi 4 402
Not analysed yet
Φιλίσκωι χαίρειν Ἁρεντώτης φακηψὸς Φιλαδελφείας. δίδωμι κατὰ μῆνα …λε καὶ ἀνδρίζομαι ἵνα ἀναπληρῶ τοὺς φόρους κατὰ μῆνα, ἵνα μηθέν μοι ἐγκαλῆις. ὁ λαὸς οὖν ὁ ἐν τῆι πόλει τὰς κολοκύνθας ὀπτῶσιν. διὰ ταύτην οὖν τὴν αἰτίαν οὐθεὶς παρʼ ἐμοῦ φακῆν ἀγοράζει ἐν τῶι νῦν καιρῶι. δέομαι οὖν σου καὶ ἱκετεύω, εἴ σοι δοκεῖ, γενέσθαι μοι, ὥσπερ καὶ ἐν Κροκοδίλων πόλει πεποιήκασι, βραδῦναι τῶι βασιλεῖ τοὺς φόρους ἀναπληροῦν. καὶ γὰρ τὸ πρωὶ εὐθέως παρακάθηνται τῆι φακῆι πωλοῦντες τὰς κολοκύνθας, καὶ οὐκ ἐῶσι πωλεῖν τὴν φακῆν. εὐτύχει.