Ancient Greek
PSI 4 403
Documentary Papyri, Psi 4 403
Not analysed yet
Ἀριστέας Δημέαι χαίρειν. τὴν μὲν ἐπιστολὴν ἣν ἀπέστειλας οὐκ ἠδυνάμην ἀναγνῶιναι διὰ τὸ ἐξηλεῖφθαι· ἐδόκεις δέ μοι περὶ τοῦ κλήρου γεγραφέναι. ἐγὼ δὲ καὶ ἐν Πτολεμαίδι σοι ἔλεγον, καὶ νῦν δέ· τοῦ εὑρίσκοντος καὶ ἔτι ἐλάττονός σοι ὑπάρξει. ἀκούω δὲ τὸν Λίβυν λελαχανευκέναι· οὐκ ἔδει οὖν αὐτὸν ἀφεῖναι. καὶ νῦν δέ, ἐὰν προσπορεύηται ἢ ἐνοχλῆι σε, ἔγδειρον αὐτόν. παρέσομαι δὲ καὶ ἐγὼ εὐθὺς ἐξ ἑορτῆς. ἀλλʼ εἴ τινα χωμάτιά ἐστιν χωστέα ἐν τῶι κλήρωι, ἐπίχωσον. ἔρρωσο. Δημέαι