Ancient Greek
PSI 4 404
Documentary Papyri, Psi 4 404
Not analysed yet
Δημήτριος Ζήνωνι χαίρειν. περὶ τοῦ στιππύου τὴν μὲν τιμὴν ὑπέστη Αἰσχύλος θ δραχμὰς τοῦ ταλάντου, καὶ ὅτι δεῖ αὐτὸ κτενισθῆναι, καὶ ἐξ ὅσου ἂν ἀποβῆι, ἐκ τοσούτου τὴν τιμὴν τὴν προγεγραμμένην τάξεσθαι. ἔστιν δὲ ὑπαίθριον τὸ στιππύον ἐρριμμένον ἐν τοῖς Παταικίωνος, καὶ οὐκ ἔχω τὸν τηρήσοντα. ἔρρωσο.