Ancient Greek
PSI 4 407
Documentary Papyri, Psi 4 407
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Θευφίλου ζωγράφου. ἐπειδή σοι τὰ ἔργα συντετέλεσται καὶ ἔργον οὐδέν ἐστιν, ἐγώ τε κάθημαι οὐκ ἔχων οὐθὲν τῶν δεόντων, καλῶς ἂν ποιήσαις, εἰ καὶ ὣς ποιητέοι σοί εἰσίν τινες τῶν πινάκων, δούς μοι ἵνα ἐνεργὸς ὦ καὶ ἔχω τὰ δέοντα· εἰ δὲ μὴ διδῶις, καλῶς ἂν ποιήσαις συμβαλόμενός μοι ἐφόδιον ἵνʼ ἀπέλθω πρὸς τοὺς ἀδελφοὺς εἰς πόλιν. εὐτύχει.