Ancient Greek
PSI 4 408
Documentary Papyri, Psi 4 408
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Θραικίδου. εἴ σοι δοκεῖ, καλῶς ποιήσεις συντάξας δοῦναί μοι τὴν σιτομετρίαν, ἵνα δύνωμαί σοι τὰς χρείας παρέχεσθαι. ὀφείλεται γάρ μοι τετραμήνου καὶ τοῦ ὀψωνίου μέρος τι. οὐ γὰρ ἔχω εἰς ἀνήλωμα. εὐτύχει. ὑπόμνημα παρὰ Θραικίδου.