Ancient Greek
PSI 4 412
Documentary Papyri, Psi 4 412
Not analysed yet
ὑπόμνημα Ζήνωνι. ἵνα λαλήσηις Εὐνόμωι μετὰ Ἴστρου, καθάπερ σοι Κρίτων ἐνετείλατο, περὶ Θήρωνος τοῦ ἐν τῶι Βουσιρίτηι σιτολογοῦντος τοπαρχίαν Θελβωντίτηι, ἵνα κομίσηται τὴν τοπαρχίαν καὶ ἐπὶ τῶν αὐτῶν ἦι. ἐπισημειουδερ…ς αὐτῶι περὶ οὗ καὶ Αἴγυπτος ἐμνήσθη καὶ ὡμολόγησεν πάντα ποιήσειν. ἔντειλαι οὖν φιλοτίμως.