Ancient Greek
PSI 4 411
Documentary Papyri, Psi 4 411
Not analysed yet
Κρίτων Ζήνωνι χαίρειν. γίνωσκε Ἀπολλώνιον ἀνεωιχότα τὸν ῥίσκον καὶ ἐπιζητοῦντα ἀργυρίου τάλαντα ζ καὶ συντεταχότα ἐξάγειν τούς τε παρʼ Ἀριστέως λόγους καὶ τοὺς παρʼ Ἀρτεμιδώρου. ὅπως οὖν παρακολουθῶν καὶ σὺ πρὸς ταῦτα ἐξαγάγηις τοὺς λόγους, γέγραφά σοι· ἠγανάκτηκεν δὲ μάλιστα ἐπὶ τῶι μὴ συντεταχότος αὐτοῦ τὸ ἀργύριον ἀνενηνοχέναι. ἔρρωσο. Ζήνωνι