Ancient Greek
PSI 4 414
Documentary Papyri, Psi 4 414
Not analysed yet
Ζήνωνι χαίρειν Μένων ἀμπελουργός. ὀφείλεταί μοι τοῦ Ἁθὺρ δραχμαὶ γ εἰς τὸ ὀψώνιον. καλῶς ἂν οὖν ποιήσαις συντάξας δοθῆναί μοι. ὁρᾶις γὰρ ὅτι ἐμοὶ οὐκ ἔστιν, ὥσπερ τοῖς λοιποῖς, οὔτε λάχανον οὔτε ἄλλο οὐθέν, ἀλλʼ εἰς τὸ ὀψώνιον ἀποβλέπω. εὐτύχει.