Ancient Greek
PSI 4 416
Documentary Papyri, Psi 4 416
Not analysed yet
ὑπόμνημα Ζήνωνι Πέτακος ὁ αὐλητής. πρὸ τοῦ σε ἀποδημῆσαι, ἵνα μήμε καταλίπηις ἐν τῶι δεσμωτηρίωι· οὐ γὰρ ἔχω τὰ ἀναγκαῖα· ἐναρῶμαί σοι τὴν ὑγίειαν τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν καὶ τὴν Ἀπολλωνίου σωτηρίαν. εὐτύχει.