Ancient Greek
PSI 4 420
Documentary Papyri, Psi 4 420
Not analysed yet
Ζήνωνι χαίρειν Σεμθεύς. συνέταξάς μοι κεραμεῦσαι ἅπαντα τὸν κέραμον ἕως τοῦ εἰσιόντος μηνὸς ε τὴν ἡμέραν ν. ποιῶ οὖν κατὰ ταῦτα. ἐκέλευον δέ με καταβαίνοντα συγχωνεύειν. ἐγὼ οὖν οὐκ ὠιχόμην, ἕως ἄν μοι σὺ συντάξηις. νῦν οὖν ἄλλοι πάρεισιν κεραμεῖς· καὶ γὰρ ὁ χωνεύων μεμαλάκισται, ο῾ ξένος. τί οὖν μοι συντάσσεις; ὅπως ἂν οὕτω ποιῶ. εὐτύχει. εἶχεν δὲ καὶ Πετεκὰμ ἧι ἡμέραι παρεγενήθην πρός σε κεκεραμευμένα πλέω ἐμοῦ, γάστρας καὶ καθαπτάς, τριακόσια .