Ancient Greek
PSI 4 419
Documentary Papyri, Psi 4 419
Not analysed yet
Ζήνωνι χαίρειν Ῥόδων, Μένιππος, Παυσανίας. δεόμεθά σου ἀξιῶσαι Φιλίσκον ἵνα ἐξελθόντες διακριθῶμεν πρὸς Διονύσιον περὶ ὧν ἐπικαλεῖ ἡμῖν, καὶ μὴ παραπολώμεθα ἐν τῶι δεσμωτηρίωι τῶι λιμῶι ξένοι ὄντες, ἀλλὰ κριθέντες διὰ σὲ τοῦ δικαίου τύχωμεν. ἀπεστάλκαμεν δὲ καὶ Φιλίσκωι ἔντευξιν ταῦτα ἀξιοῦντες. εὐτύχει.