Ancient Greek
PSI 4 423
Documentary Papyri, Psi 4 423
Not analysed yet
Ζήνωνι χαίρειν Ὧρος λατόμος. ἀγγέλλει Ἑριεὺς τοὺς δεσμώτας ἀπὸ μηνὸς Παῶφι δευτέρας ἕως Χοίαχ ι, φάμενος αὐτοὺς ἐργᾶσθαι τὴν ἡμέραν ἕκαστον ἄνδρα ἀώιλιον α ὄντας δέκα ,ὥστε εἶναι ἑκάστου μηνὸς ἀώιλια τ, ὥστε εἶναι τῆς διμήνου ἀώιλια χ καὶ τῶν ὀκτὼ ἡμερῶν ἀώιλια π· γίνονται χπ. ἐάν σοι δόξηι, ἀπόστειλόν τινα ὃς ἐγμετρήσει· οὐ γάρ πω εἰργασμένοι εἰσὶν ρλ. γνώριζε δὲ ἡμᾶς ἐξειληφότας τὰ φρέατα, ἐφ ὧι ἐργώμεθα· Ἑριεὺς δὲ λαβὼν παρά σου σῖτον εἰς τὰ ἔργα οὐκ εἴργασται, ἀλλὰ …τους ἐργωμένους…ζονται. καὶ τοὺς ὀχετούς, οὓς ἐξελάβομεν ἐκ πέντε ὀβολῶν β 𐅵καὶ τοῖς ἀναφέρουσι ἐκ δέκα ὀβολοῦ α 𐅵,ἐργῶμαι ἐκ διωβόλου καὶ ἐξ ὀβολοῦ. ἔχω γὰρ καὶ τοὺς ἐργαζομένους ἐνταῦθα μετʼ ἐμοῦ, ὥστε τὴν ταχίστην συντελεσθῆναι. λελατομεύκαμεν δὲ καὶ λίθους βασιλικοὺς ἐκ τῆς πέτρας τῆς πρὸς νότον, καὶ ἐξ ὀβολοῦ οὐθὲν εἰλήφαμεν εἰς αὐτούς. καλῶς ἂν οὖν ποιήσαις, εἰ καὶ σοὶ δοκεῖ, συντάξας ἡμῖν δοῦναι σιτάριον, ἵνα ἔχωμεν ἐργαζόμενοι μέχρι ἂν ἐπισκέψηι περὶ τούτων. εὐτύχει. ὑπόμνημα παρὰ Ὥρου λατόμου περὶ τῶν τὰ ἀώιλα ἐργαζομένων δεσμωτῶν καὶ περὶ τῶν φρεατίων.