Ancient Greek
PSI 4 424
Documentary Papyri, Psi 4 424
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ …ου. καλῶς ἂν ποιήσαις …αι ἀξιώσας Ἕρμιππον περὶ τῆς ἀποδημίας τὴν ταχίστην, ἵνα τὰ ἴδια διαθέμενος τὰ σώματα καταστήσω περὶ ἐμαυτοῦ. τοῦτο δὲ ποιήσας ἔσει ἐμέ τε σεσωικὼς καὶ τὰ παιδία, καὶ τὴν ἐπιγραφὴν ταύτην ἕξεις. ἐγὼ δέ σοι χειρογραφήσω πρὸ τοῦ ἀναπλεῦσαι κατάξειν τὸν υἱὸν Πτολεμαῖον καὶ ὑποθήσειν σοι αὐτὸν δραχμὰς ρ, οὐδὲν παρά σου λαβών· ἐστὶν δὲ πεπαιδευμένος πᾶσαν παιδείαν. εὐχαριστήσεις δὲ τοῖς τε φίλοις καὶ τοῖς θεοῖς τὴν ταχίστην οἰκονομήσας ἄχρι ἐστὶ καιρός. εὐτύχει.