Ancient Greek
PSI 5 452
Documentary Papyri, Psi 5 452
Not analysed yet
παρὰ Αὐρηλίας Εὐδαιμονίδος Ἀπολλωνίου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως …ου δε τουτο …αι τοῖς νόμοις ωσα καὶ νῦν οἶδεν σοῦ τὸ μεγαλεῖον …ἀνδραποδ… καὶ κανόνι στηρίξαι ὑπὸ θατέρου μέρους τῶν κοινωνῶν …ως χρῆναι ἐπὶ περιγραφῇ τοῦ ἑτέρου μέρους πραχθῆναί τι. ὥρισεν γὰρ ἡ τοῦ δεῖνα αὐθεντία τὸ οὕτω πρὸς ἀπάτην γινόμενον γραμματεῖον μήτε τῷ ἐκδόντι μήτε μὴν τῷ δεξαμένῳ ὄνησίν τινα προξενεῖν, ἀλλʼ ἀμφοτέρους ἐκπεσεῖν καὶ τῷ κοινωνῷ εἰσαγωγὴν εἶναι. πρὸς τοῖς γοῦν καταλειφθεῖσιν ἡμῖν ὑπὸ τῶν ἡμετέρων γονέων ἐμοί τε καὶ τῷ ἀδελφῷ Εὐστοχίῳ καὶ ἀνδράποδα περιῆλθεν εἰς ἡμᾶς ἀμφοτέρους ἐξ ἴσου μέρους. τούτων δὲ ὁ μὲν ἀδελφὸς ἀδιαφόρως καὶ ἀγράφως, οἷον δὴ γίνεται, εἶχέν τινα, καὶ ἐγὼ ἕτερα. ἀλλὰ συμβέβηκεν τοῦς παρὰ τῷ κοινωνῷ ὄντας οἰκέτας Ἀνατόλιον καὶ Μακαρίαν καὶ τὸ ταύτης ἔγγονον πονηρὰ βουλευσαμένους, μᾶλλον δὲ σοφιζομένους δύνασθαι ἐκκλείνειν τὸν δεσμὸν τῆς δουλίας, δίχα γνώμης ἡμετέρας ὑποποιήσασθαι καὶ ἴσως πεῖσαι ἀδελφὸν γραμματεῖα ἀφέσεως δέξασθαι ἐπὶ περιγραφῇ τῆς ὀφειλομένης μοι παρʼ αὐτῶν ὑπηρεσίας, ἔπειτα ἐν μετανοίᾳ γενομένους, μᾶλλον δὲ καὶ ἐγνωκότας τὰ ἐκ τῶν διατάξεων ὡρισμένα, τὸν αὐτὸν ἐπιτρίβειν ἀναφέρειν τῇ Σαβινιανοῦ ἡγεμονίᾳ τὸ πρᾶγμα, ὡσὰν δυναμένου αὐτοῦ καὶ χωρίς τινος ἐγγράφου διαιρέσεως τῆς κατοχῆς …ενως τούτων δοθεν…του λογιστοῦ ἐπὶ ὑπομνημάτων ἀπόβλητος …τῇ εἰσαγωγῇ ἀποφ…μεν χρῆναι τὰ ὅλα κοινὰ εἶναι καὶ τὸ δίκαιον …χθῆναι ἀμφοτέροις, ἐτύγχανεν δὲ ἐπισημηνάμενος ἐν τοῖς αὐτοῖς …σιν περὶ Ἀνατολίου …πρώτοις ἐθρύλει ἐλευθερίαν εἰληφέναι περὶ ου …καὶ περὶ τῶν ἄλλων. τοῦτο περιηχηθεῖσα μαρτυραμένη φθάνω ἐγγράφως τὸ πρᾶγμα εὐλογιστίᾳ καὶ μεμψαμένη τὸ ἕωλον ἐκεῖνο γράμμα ὑπὲρ τοῦ μηδὲν τῶν δικαίων ἐμῶν φυλάττειν. καὶ οὐδʼ οὕτω ὁ λογιστὴς σύμψηφος αὐτῶν ταῖς εἰρωνίαις γίνεται, ἀλλʼ, ὡς καὶ πρότερον, ἀκέραιον τὴν δεσποτείαν ἀμφοτέροις φυλάττει. ἐπεὶ οὖν ὁ μὲν κοινωνὸς …οις ἑαυτοῦ δικαίοις παρέσχετο, οἱ δὲ οἰκέται ἐπερειδόμενοι τῇ δεξιᾷ αὐτοῦ, ὥς φασι, ἀπαρνοῦνται τῆν ἡμετέραν ὑπηρεσίαν, δέομαι τῆς σῆς εὐσυνειδησίας καὶ ἐμοὶ ἐπιρρῶσαι νῦν πρὸς αὐτοὺς καὶ προστάξαι τῷ ἐκδίκῳ ἐξετάσαι τὴν ἀλήθειαν τούτων πάντων καὶ τῇ σῇ ὑπογραφῇ ἐπαναγκάσαι τοῦς οἰκέτας τῷ δεσμῷ τῆς δουλείας ὑπευθύνους ὄντας ἔχεσθαι τῆς ἡμετέρας ὑπηρεσίας, ὅπως τοῦ δικαίου καὶ τῆς τοῦ νομίμου εὐεργεσίας τυχοῦσα χάριτάς σοι ὁμολογήσω εἰς ἀεί, κύριε.