Ancient Greek
PSI 5 453
Documentary Papyri, Psi 5 453
Not analysed yet
τοῖς ἐπὶ τῶν θυσιῶν ᾑρημένοις παρὰ Αὐρηλίας Τεειηοῦτος ἀπὸ κώμης Θεαδελφείας σὺν τῇ θυγατρὶ Ταδείου. καὶ ἀεὶ μὲν θύουσα καὶ εὐσεβοῦσα τοῖς θεοῖς διετέλεσα καὶ νῦν ἐπὶ παρόντων ὑμῶν κατὰ τὰ προσταχθέντα ἔσπεισα καὶ ἔθυσα καὶ τῶν ἱερείων ἐγευσάμην καὶ ἀξιῶ ὑμᾶς ὑποσημιώσασθαί μοι. διευτυχεῖτε. Αὐρήλιοι Σερῆνος καὶ Ἑρμᾶς εἴδομεν ὑμᾶς θυσιάζοντας. ἔτους α αὐτοκράτορος καίσαρος Γαίου Μεσσίου Κουίντου Τραιανοῦ Δεκίου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ, Παῦνι κ.