Ancient Greek
PSI 5 455
Documentary Papyri, Psi 5 455
Not analysed yet
…καθάπερ τῇ ἐνεστώσῃ ἡμέρᾳ ἐπέταξάς μοι διʼ ὑπηρέτου ἐπιδεῖν Σαραπᾶτα χρηματίζοντα μητρὸς Σαραποῦτος ἀπὸ τῆς αὐτῆς πόλεως καὶ προσφωνῆσαί σοι τὴν περὶ αὐτὸν διάθεσιν οἵα ἦν, ἐπεῖδον τοῦτον ἐπὶ παρόντι τῷ αὐτῷ ὑπηρέτῃ ἔχοντα ἐπὶ τῆς κεφαλῆς τραύματα τρία καὶ ἐπὶ τῆς ἀριστερᾶς ὠμοπλάτης καὶ τοῦ ὤμου τύμματα πληγῶν, ἅπερ προσφωνῶ. ἔτους ιη αὐτοκρατόρων καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν μεγίστων, Μεσορὴ ιε. ὁ δεῖνα ὁ καὶ Ἀπολλόδωρος …ου δημόσιος ἰατρὸς ἐπιδέδωκα …