Ancient Greek
PSI 5 454
Documentary Papyri, Psi 5 454
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου καίσαρος τὸ α. Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ Γεροντίῳ διοικοῦντι λογιστείανὈξυρυγχίτου παρὰ Αὐρηλίου Π…τ… μητρὸς …θε…ας …νιστ…ς παστοφόρου …μοσχοσφραγιστὴς τοῦ …τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως. βούλομαι περιτμηθῆναι τὸν υἱόν μου Αὐρήλιον Ἁτρῆτα ἐκ μητρὸς Σινθώνιος Ἑρμίου παστοφόρου τοῦ αὐτοῦ ἱεροῦ, ὄντα πρὸς τὸ ἐνεστὸς ιδ ἔτος ιβ ἔτος δ ἔτος. τὴν δὲ ἀπόδειξιν τοῦ εἶναι αὐτὸν ἱερατικοῦ γένους ἀναλαβὼν ἐκ τῶν παρακειμένων ἐν τῷ δημοσίῳ βιβλιοφυλακίῳ βιβλίων ἐπεσκεμμένων ἐν ἐκτάκτῳ σοι παρατίθημι καὶ ἀξιῶ γράψαι τῷ διασημοτάτῳ ἀρχιερεῖ ὥστε καὶ αὐτῷ ὑπαρχθῆναι ἀκολούθως τοῖς νόμοις καὶ διατεταγμένοις, ὀμνύων τὸν σεβάσμιον θεῖον ὅρκον μηδὲν ἐψεῦσθαι. ὑπατείας τῆς αὐτῆς, Μεχεὶρ ….