Ancient Greek
PSI 5 458
Documentary Papyri, Psi 5 458
Not analysed yet
Φιλίππωι Ἀφροδισίου καὶ Πτολεμαίωι Ἡρακλείδου καὶ μετόχοις ἐπιτηρηταῖς δρυμοῦ κώμης Θεαδελφείας παρὰ Ὁρσιήσιος ἀπάτορος μητρὸς Ταψουψίτεως. βούλομαι ἐπιχωρηθῆναι παρʼ ὑμῶν θηρεύειν καὶ ἀγριεύειν πᾶν ὄρνεον ἐν τῷ προκειμένῳ δρυμῶι …ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Παχὼν ἕως μηνὸς Καισαρείου ἐπαγομένων πέμπτης τοῦ ἐνεστῶτος ιη ἔτους φόρου ἀργυρίου δραχμῶν τριακονταδύο, ὧν καὶ τὴν ἀπόδοσιν ποιήσομαι μηνὶ Παῦνι καὶ Μεσορὴ ἐξ ἴσου ε… μ… Ὁρσιήσιος ὡς ἐτῶν μζ, οὐλὴ δεξι …. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου …