Ancient Greek
PSI 5 459
Documentary Papyri, Psi 5 459
Not analysed yet
Ἀπολλωνίωι Ἀπολλωνίου ἐκλήμπτορι ζυγοστασίου μητροπόλεως καὶ νομῶν καὶ ἄλλων ὠνῶν παρὰ Θέωνος τοῦ Θέωνος τοῦ Ὥρου ἀπὸ κώμης Καρανίδος. ἐπιχωρηθείσης μοι ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Χοίαχ ἕως μηνὸς Καισαρείου ἐπαγομένων πέμπτης τοῦ ἐνεστῶτος πέμπτου ἔτους Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ σεβαστοῦ τοῦ ἔρια πολεῖν ποκιστὶ καὶ σταθμιστὶ ἐν τῇ προκιμένῃ κώμῃ ὑφίσταμαι τελέσειν φόρον σύνπαντι λόγῳ ἀργυρίου δραχμὰς ἑξήκοντα, ἃς καὶ ἀποδώσω ὁπηνίκα ἐὰν αἱρῇ, ἐὰν φαίνηται ἐπιχωρῆσαι ἐπὶ τοῖς προκιμένοις. Ἀπολλώνιος Ἀπολλωνίου ἐπικεχώρηκα καθὼς πρόκιται. ἔτους ε Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ σεβαστοῦ, Χοίακ ….