Ancient Greek
PSI 5 460
Documentary Papyri, Psi 5 460
Not analysed yet
παρὰ τοῦ χωματεπείκτου διὰ τοῦ βοηθοῦ κωμάρχοις Εἰκοσιπενταρούρων. τοὺς ἄνδρας ὧν τὰ ὀνόματα πρὸ τούτου φθάνει ὁ αἰγιαλοφύλαξ ἐν ἑτοίμῳ ποιήσας, παράδους αὐτοὺς τοῖς ἐφεστῶσι, ἵνα παραγενομένου μου αὔριον μηδεμία ἐποχὴ γένηται, ἀλλʼ ἐκ τοῦ εὐθέως τὴν ἔξοδον ποιήσωνται ἐπὶ τὴν τῶν χωμάτων τε καὶ διωρύχων ἐργασίαν. σεσημείωμαι.