Ancient Greek
PSI 5 466
Documentary Papyri, Psi 5 466
Not analysed yet
ὑπατείας Φλαουίου Μάγνου τοῦ λαμπροτάτου, Φαῶφι …,ἰνδικτίονος ιβ, ἐν Ὀξυρύγχων πόλει Φλαουίῳ Ἁτρῆτι τῷ λαμπροτάτῳ υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Μαρτυρίου γεουχοῦντι ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει Αὐρηλία Νόννα θυγάτηρ Ἀπολλω… μητρὸς Ἄννας ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι, ἀπὸ νεομηνίας τοῦ παρελθόντος μηνὸς Θὼθ τοῦ ἐνεστῶτος ἔτους ρϙε ρξδ τῆς παρούσης δωδεκάτης ἰνδικτίονος, ἀπὸ τῶν ὑπαρχόντων τῇ σῇ λαμπρότητι διακειμένων ἐπὶ τῆς αὐτῆς πόλεως ἐπʼ ἀμφόδου Δρόμου Σαραπίου ἀπὸ οἰκίας νευούσης ἐπὶ βορρᾶ ὁλόκληρον ἐξέδραν νεύουσαν ἐπὶ νότον σὺν χρηστηρίοις καὶ δικαίοις πᾶσιν· καὶ τελέσω ὑπὲρ ἐνοικίου ταύτης ἐνιαυσίως χρυσοῦ νομισματίου δίμοιρον νομιτευόμενον· γίνεται χρυσοῦ νομιτευόμενον νομισματίου 𐅷· ὅπερ ἐνοίκιον ἀποδώσω κατʼ ἔτος διʼ ἑξαμήνου τὸ ἥμισυ, καὶ ὁπόταν βουληθείη ἀντιπαραδώσω τὴν αὐτὴν ἐξέδραν μετὰ τῆς ἀτρώτου νομῆς ὡς καὶ παρέλαβον. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Νόννα θυγάτηρ Ἀπολλω ἡ προγεγραμμένη πεποίημαι ταύτην τὴν μίσθωσιν καὶ ἀποδώσω τὸ ἐνοίκιον ἐνιαυσίως ἥμισυ μηνὶ …μίσθωσις Αὐρηλίας Νόννας θυγατρὸς …