Ancient Greek
PSI 5 467
Documentary Papyri, Psi 5 467
Not analysed yet
Φλαουίῳ Ἰουλιανῷ… ἡγεμονίας Αὐγουσταμνικῆς …παρὰ Αὐρηλίας Θατρῆτος …ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἐπʼ ἐνιαυτὸν ἕνα ἀπὸ τοῦ ὄντος μηνὸς Φαῶφι τοῦ ἐνεστῶτος ἔτους λζ ϛ τόπον ἕνα πρότερον Ἀμμωνίου οἰνοπράτου ἐπʼ ἀμφόδου καὶ τελέσειν με ὑπὲρ ἐνοικίου τοῦ ἐνιαυσίου χρόνου ἀργυρίου τάλαντα ὀκτακόσια. βεβαιουμένης δέ μοι τῆς ἐπιδοχῆς ἐπάναγκες ἀποδώσω τὸ ἐνοίκιον ἀκοιλάντως καὶ μετὰ τὸν χρόνον παραδώσω σοι τὸν αὐτὸν τόπον ὡς καὶ παρείληφα. κυρία ἡ ἐπιδοχὴ καὶ ἐπερωτηθεῖσα ὡμολόγησα.