Ancient Greek
PSI 5 468
Documentary Papyri, Psi 5 468
Not analysed yet
ἐμίσθωσεν Σαραπίων Διονυσίου ἀπʼ Ὀξυρύγχων πόλεως Πεμπῶτι Ἀπεῖτος μητρὸς Ταποντῶτος ἀπὸ τοῦ Μονίμου ἐποικίου πρὸς μόνον τὸ ἐνεστὸς θ ἔτος τὴν ἀναγραφομένην εἰς αὐτὸν περὶ τὸ Μονίμου ἐποίκιον ἀρούρας δύο ἐπὶ τῷ τὸν μεμισθωμένον πληρῶσαι ἐκφορίου κατʼ ἄρουραν ἀνὰ φακοῦ ἀρτάβας τέσσαρας ἥμισυ ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα. βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδότω ὁ μεμισθωμένος τὸν φόρον τῷ Φαρμοῦθι μηνὶ φακὸν νέον καθαρὸν ἄδολον ἄβωλονκεκοσκινεμένον μέτρῳ τετραχοινίκῳ Ἡρακλήου Ψηφᾶς τῶν παρʼ αὐτοῦ ἑαυτοῖς μετρούντων ἐφʼ ἅλω Μονίμου ἐποικίου . καὶ ἡ πρᾶξις ἔστω καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κυρία ἡ μίσθωσις. ἔτους θ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου εὐσεβοῦς καὶ Πουβλίου Σεπτιμίου Γέτα σεβαστῶν, Ἁθὺρ κ. Πεμπῶς Ἀπεῖτος μεμίσθωμαι τὴν γῆν καὶ ἀποδώσω τὸν φόρον ὡς πρόκειται. Διονύσιος Διονυσίου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.