Ancient Greek
PSI 5 472
Documentary Papyri, Psi 5 472
Not analysed yet
Αὐρηλίᾳ Διογενίδι τῇ καὶ Τουρβιαίνῃ λαμπροτάτῃ παρὰ Αὐρηλίου Παγένους φροντιστοῦ κτήσεως Σενέπτα χαίρειν. αἰτοῦμαι δοθῆναι πλινθευταῖς ὑπὲρ ἐκτάκτων τῆς πλασσομένης πλίνθου Κορνηλίῳ καὶ Λαυ καὶ Φαντ εἰς λόγον ἐκτάκτων, ὧν λόγον δώσω, πυροῦ ἀρτάβας τρεῖς, φακοῦ ἀρτάβην α 𐅵,ὄξους κεράμια τρεῖς, ἐλαίου ῥαφανίνου κοτύλας ιβ. ἔτους ια καὶ ἔτους ι καὶ ἔτους γ ,Φαμενὼθ κε.