Ancient Greek
PSI 5 473
Documentary Papyri, Psi 5 473
Not analysed yet
Σαραπιὰς ἀπελευθέρα Διδύμης Ἀδράστου μετὰ κυρίου τοῦ ἑαυτῆς συνεξελευθέρου Διδύμου ἀπʼ Ὀξυρύνχων πόλεως Τενφερσύτι ἀπελευθέρᾳ Ἁρθώνιος …αρίωνος μετὰ κυρίου Ἀρτεμιδώρου Διονυσίου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ἔσχον παρά σου τὸν τόκον ὧν ἐδάνεισά σοι κατὰ δανείου συνγραφὴν διὰ μνημονείου τῆς αὐτῆς πόλεως τῷ διελθόντι ἑβδόμῳ ἔτει μηνὶ Γερμανικείῳ δραχμῶν χιλίων διακοσίων ἐπὶ ὑποθήκῃ ἀρουρῶν σου τεσσάρων περὶ Σενεκελεὺ ἐκ τοῦ …τέλου καὶ Διονυσοφάνους κλήρου, τὸν ἀπὸ τοῦ αὐτοῦ μηνὸς Γερμανικείου τοῦ ἑβδόμου ἔτους ἕως Φαρμοῦθι καὶ αὐτοῦ Φαρμοῦθι τοῦ ἐνεστῶτος ὀγδόου ἔτους μὴ ἐλαττουμένης μου ἐν τῇ πράξει τοῦ τε κεφαλαίου καὶ τῶν ἀπὸ τοῦ ἑξῆς μηνὸς Παχὼν τόκων. Διδυμος ἀπελεύθερος Διδύμης Ἀδράστου …ψας ἐπιγέγραμμαι τῆς συνεξελευθέρας μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. ἔτους η Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων ……χ… …ἔτους ἕως Φαρμοῦθι ……του ἔτους μὴ ἐλαττουμένης μου ἐν τῇ πράξει ……καὶ τῶν ἀπὸ τοῦ ἑξῆς …ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς φασκούσης μὴ εἰδέναι γράμματα. ἔτους ιβ Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Παῦνι θ. ἡ αὐτὴ Σαραπιὰς διʼ ὑπογράφοντος καὶ ἐπιγεγραμμένου κυρίου τοῦ αὐτοῦ κεφαλαίου ἔσχον ὁμοίως τοὺς τόκους τῶν ἀπὸ Παχὼν τοῦ διελθόντος δωδεκάτου ἔτους ἕως Φαρμοῦθι καὶ αὐτοῦ Φαρμοῦθι τοῦ ἐνεστῶτος τρισκαιδεκάτου ἔτους μὴ ἐλαττουμένης μου ὡς πρόκειται.