Ancient Greek
PSI 5 480
Documentary Papyri, Psi 5 480
Not analysed yet
…ὁ δεσπότης μου ὁ κόμες ἐκέλευσέν μοι ποιῆσαι πιττάκιον πρὸς τὸν εὐλαβέστατον ἀββᾶ Φοιβάμμωνα ἑκατὸν τριακονταεννέα ἥμισυ τέταρτον σίτου, παρʼ οὗ ὀφείλει …λαβεῖν Φοιβάμμων ὁ εὐδοκιμώτατος προκουράτωρ εἰς πλήρωσιν τῶν τετρακισχιλίων ἀρταβῶν τῶν πραθέντων αὐτῷ. καὶ ἐπειδὴ οὐ θέλει ὁ εὐδοκιμώτατος Φοιβάμμων σε μαθεῖν, ὁ μονάζων καταξιώσῃ λαβεῖν τὸ πιττάκιν …ἀνενέγκῃ σου ἡ ἀδελφότης τῷ μονάζοντι, ἵνα ταῦτα λάβῃς καὶ λημματίσῃς εἰς ὄνομα τοῦ αὐτοῦ εὐδοκιμωτάτου ἀνδρός· πιττάκιν δὲ τῶν ἀρταβῶν σλζ 𐅵γ οὐδὲν ἧττον, ἵνα ὁμοῦ λάβῃς καὶ λημματίσῃς αὐτῷ αὐτά. ἀλλὰ μὴ ἐάσῃς τὸν μονάζοντα γνῶναι· ὡς προεῖπον γάρ, ὁ κόμες ἐπέτρεψέν μοι γράψαι τῇ σῇ ἀδελφότητι περὶ τούτου