Ancient Greek
PSI 5 481
Documentary Papyri, Psi 5 481
Not analysed yet
ἤδη γεγράφηκα τῷ δεσπότῃ μου διὰ Τριβουνᾶ τοῦ βουκελλαρίου ὡς ἔλαβον παρὰ τοῦ …μ… δεσπότου μου τοῦ πανευφήμου δουκὸς νομίσματα δέκα κεράτια ἕνδεκα ὑπὲρ τῆς ἐπιταγῆς ὑμῶν, καὶ παρακαλῶ ὑμᾶς, δέσποτα, γράψαι πάντως πρὸς τὴν αὐτοῦ ὑπεροχὴν ὡς ταῦτα ἐδέξασθε διʼ ἐμοῦ πέμποντές μοι τὴν τοιαύτην ἐπιστολήν πέμψατε δέ, δέσποτα, καὶ λάβετε τέως τὰς πεντακοσίας ζυγὰς τῶν ὄζων· καὶ περὶ τῶν ἄλλων τριακοσίων, ἐὰν ἡδέως ἔχητε, δέσποτα, καὶ αὐτὰς ἐπιτάσσω. περὶ τῶν μαλλωταρίων ἦλθεν ἐνταῦθα Ταυρῖνος ὁ μεγαλοπρεπέστατος ἐκ τῆς Λύκων χλευάσας ἑαυτὸν καὶ μηδὲ τὰ μαγειρικὰ ἐνέγκας μηδὲ τὰ σάγια, ἀλλὰ πάλιν ἐπέταξα τέως τὰ σάγια καί, ὡς ὑπέθετό μοι ὁ μαγίστερ Βίκτωρ, πάντως ἔρχονται. δικαιῶ δὲ τὸ λοιπὸν πιστεῦσαι αὐτοῖς ἐπειδὴ δὲ ὁ ἀποδιδοὺς τῷ δεσπότῃ μου τὴν παροῦσάν μου μετρίαν ἐπιστολήν, φημὶ Ἀνδρέας ὁ περίβλεπτος σκρινιάριος τῶν θείων σακρῶν καταντήσας ἐν τηνι κ…ωτων κατὰ τὸν πέρυσι χρόνον ὃν εὑρέθη ἔχων π…ρα…μ…ακα… οἰκείῳ μου δεσπότῃ μετὰ θεὸν προστάτῃ Μηνᾶς ὑμέτερος τῷ κυρίῳ μου ἀδελφῷ …