Ancient Greek
PSI 5 486
Documentary Papyri, Psi 5 486
Not analysed yet
Ἀδδαῖος Ζήνωνι χαίρειν. ἀπέστειλά σοι τὸ ἐκ Ταιταρω ὑπόμνημα. ἐνέτυχον ἡμῖν οἱ γεωργοὶ οἱ ἐκ Ταιταρω, ἵνα τὰ χώματα τὰ ἐν τῆι γῆι αὐτῶν χωννύηται ὥσπερ καὶ τὰ λοιπά, καθάπερ Ἀπολλώνιος προκεκήρυχεν στεγνὰ παρέξειν. εἴπερ οὖν δεῖ χωννύναι, γράψατε οἷς δεῖ ἤδη ἵνα στεγασθῆι· ὁ γὰρ καιρὸς ὁ βέλτιστος ἐνέστηκε· ἵνα μὴ ὕστερον πολυτελεστέρως καθιστῆται τὰ ἔργα. ἔρρωσο. Ἀδδαίου περὶ τῶν χωμάτων τῶν ἐν Ταιταρωι. ἔτους κη, Περιτίου δ. Ζήνωνι