Ancient Greek
PSI 5 483
Documentary Papyri, Psi 5 483
Not analysed yet
Ἀμύντας Ζήνωνι χαίρειν. Καλλιάναξ ὁ τέκτων ὁ κίναιδος παροινήσας …κλίναις αἷς κατεσκεύακεν Ἀπολλωνίωι. ὁ δὲ προλαβὼν παρʼ ἡμῶν εἰς μαδ… κερμάτιον καὶ ἐναλλοίωσιν ο…πεσθαι ὑφʼ ἡμῶν μ… πράκτορα ἀναπέπλευκεν, ὡς ἔοικεν, Ἀπολλωνίωι ἐντευξόμενος κατὰ τοῦ αρα… τοῦ φωράσαντος αὐτόν. ἐὰν οὖν που παραβάληι, καλῶς ἔχει μὴ ἀγνοεῖν ὑμᾶς …Ἀπολλωνίωι ἐμφανίζειν μηθὲν αὐτῶι πιστεύειν. ἔρρωσο …Ἀμύντου περὶ Καλλιάνακτος. ἔτους κη, Αὐδναίου κε, ἐν τῶι ὅρμωι. Ζήνωνι