Ancient Greek
PSI 5 498
Documentary Papyri, Psi 5 498
Not analysed yet
Ζωίλος Πανακέστορι χαίρειν. τῶν ὑπαρχόντων ἐν Φιλαδελφείαι ἁλιέων ἐπίστειλον ἡμῖν τὸ πλῆθος, ὅπως ἂν εἰδήσωμεν μή τινες ἀποκεχωρήκασιν ἐξ ἧς παρείληφας γραφῆς. εὐθέως δὲ καὶ τῶν ὑπαρχουσῶν αὐτοῖς γυναικῶν καὶ παιδίων, ἵνα ἐχθῶμεν εἰς τὰ ὑπὸ σοῦ γραφέντα αὐτῶν πλήθη τὴν γινομένην αὐτοῖς σιτομετρίαν. ἔρρωσο. ἔτους κθ, Φαῶφι ια. ἔτους κθ, Φαῶφι ιβ. Ζωίλου περὶ τῶν ἁλιέων ἐν Φιλαδελφείαι. Πανακέστορι