Ancient Greek
PSI 5 499
Documentary Papyri, Psi 5 499
Not analysed yet
Πανακέστωρ Ζήνωνι χαίρειν. ἐκομισάμην τὴν παρά σου ἐπιστολήν, ἐν ἧι ἔγραψας ἀπεσταλκέναι τὰ φυτά. γίνωσκε οὖν εὐθέως τῆι κθ ἀνακεκομισμένα ὑποζυγίοις κ, τὰ δὲ λοιπὰ ἀνάξομεν τῆι …πάντα. καλῶς οὖν ποιήσεις καὶ χαλκὸν ἀποστείλας· ἐγλέλοιπε γὰρ ἡμᾶς, καὶ οὐχὶ ἔχομεν χορηγεῖν οὔτε εἰς τὴν φυτείαν τοῦ κρότωνος καὶ τοῦ σησάμου οὔτε εἰς τὴν ξυλοκοπίαν οὔτε εἰς τὴν τοῦ σίτου κατακομιδήν. σπούδασον δὲ καὶ κράδας ἀποστεῖλαι τῶν συκῶν, ἵνα μοσχεύσωμεν. παραγενοῦ δὲ καὶ αὐτὸς καὶ μὴ ἄλλως ποιήσηις. ἔρρωσο. ἔτους κθ, Χοίαχ λ. ἔτους κθ, Περιτίου. Πανακέστωρ. φυτῶν. Ζήνωνι