Ancient Greek
PSI 5 501
Documentary Papyri, Psi 5 501
Not analysed yet
Μάρων Ζήνωνι χαίρειν. ἀπέσταλκά σοι τοῦ ἀνηλωμένου ἀργυρίου τὸν λόγον …γραψον οὖν ἡμῖν, ὅπως εἰδῶμεν εἰ κεκόμισαι· καί, ἐάν σοι φαίνηται, ἐπιδείξας …αι. καλῶς δʼ ἂν ποιήσαις γράψας Ἰάσονι δοῦναι ἐκ Μέμφεως ὥστε ἡμῖν χάρτας πέντε · οὐ γὰρ ἐκποιοῦσιν ἑνὶ καὶ ἑκάστῳ λόγους διδόναι· καὶ μὴ συμβῆι μοι πρὸς τῶι μηδὲν λαμβάνειν καὶ χάρτας ἀγοράζειν. ἔρρωσο. ἔτους κθ, Παχὼνς ιδ. Μάρων. περὶ τοῦ ἀνηλωμένου ἀργυρίου καὶ χαρτῶν. Ζήνωνι ἔτους κθ, Δαισίου ιδ, ἐν Ἀλεξανδρείαι.