Ancient Greek
PSI 5 502
Documentary Papyri, Psi 5 502
Not analysed yet
Πανακέστωρ Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι καὶ ἐν τοῖς λοιποῖς κατὰ λόγον ἀπαλλάσσεις, εἴη ἂν ὡς ἡμεῖς θέλομεν· ἐρρώμεθα δὲ καὶ αὐτοί. καλῶς ἂν ποιοῖς μνημονεύων ἡμῶν. καὶ ὡς ἄν ποτε εὐκαίρως ὑπολαμβάνηις Ἀπολλώνιον ὑπομνῆσαι ὑπὲρ ὧν σοι καὶ ἐν Μέμφει τὰ ὑπομνήματα ἔδωκα, καὶ ἔφης αὐτῶι σοι ἐπιμελὲς ἔσεσθαι. διὸ οὖν, σπούδασον μνησθῆναι αὐτῶι ἵνα τὰ προστάγματα λάβηι παρὰ τοῦ βασιλέως καθάπερ ὡμολόγησεν ἡμῖν· οἶδα γὰρ ὅτι σοῦ βουλομένου ἔσται ἡμῖν πάντα. ὑπογέγραφα δέ σοι καὶ τῆς ἐλθούσης μοι παρʼ Ἀπολλωνίου ἐπιστολῆς τὸ ἀντίγραφον, ὡσαύτως δὲ καὶ ὧν ἀπέσταλκα αὐτῶι. ἔρρωσο. ἔτους κθ, Παχὼνς ιε. Ἀπολλώνιος. κατεπλησσόμην τὴν ὀλιγωρίαν σου ἐπὶ τῶι μηθὲν γεγραφέναι μήτε περὶ τῆς συντιμήσεως μήτε περὶ τῆς συναγωγῆς τοῦ σίτου. ἔτι οὖν καὶ νῦν γράψον ἡμῖν ἐν οἷς ἕκαστά ἐστιν. ἔτους κθ, Ἀρτεμισίου κγ Φαρμοῦθι λ. Ἀπολλωνίωι. ἐκομισάμην τὴν παρά σου ἐπιστολὴν τοῦ Παχὼνς ιδ παρὰ Ζωίλου, ἐν ἧι γράφεις θαυμάζων ὅτι οὐθέν σοι ἀπέσταλκα περὶ τῆς συντιμήσεως καὶ τῆς συναγωγῆς τοῦ σπόρου. ἡμῖν δὲ συνέβη παραγενέσθαι εἰς Φιλαδέλφειαν τοῦ Φαμενὼθ ιϛ καὶ εὐθὺ γράψαι Ζωίλωι καὶ Ζωπυρίωνι καὶ τοῖς βασιλικοῖς γραμματεῦσιν παραγενέσθαι πρὸς ἡμᾶς, ἵνα τὰ ὑπὸ σοῦ συντεταγμένα οἰκονομήσωμεν. Ζωίλος μὲν οὖν ἐτύγχανεν συμπεριοδεύων Τελέστηι· διὸ ἄσχολος ἦν· οἱ δὲ βασιλικοὶ γραμματεῖς καὶ ὁ παρὰ Ζωπυρίωνος Παυῆς παρεγένοντο πρὸς ἡμᾶς μεθʼ ἡμέρας ιβ. συναντησάντων δʼ αὐτῶν ἐπελθόντες τὴν γῆν μετροῦμεν κατὰ γεωργὸν καὶ κατὰ φύλλον ἡμέρας ε. τοῦτο δὲ συντελέσαντες μεταπεμψάμενοι τοὺς γεωργοὺς τά τε παρὰ σοῦ φιλάνθρωπα αὐτοῖς ἀπηγγέλλομεν καὶ τὰ λοιπὰ παρακαλέσαντες ἠξιοῦμεν αὐτοὺς συντιμήσασθαι καθὰ ἡμῖν ἐν τῶι ὑπομνήματι ἔδωκας, ἢ συνελθόντας μεθʼ ἡμῶν ἐντυπὴν ποιησαμένους σύμβολα ποιήσασθαι. οἱ δʼ ἐπὶ μὲν τοῦ παρόντος ἔφασαν βουλευσάμενοι ἀποφανεῖσθαι ἡμῖν, μετὰ δʼ ἡμέρας δ καθίσαντες εἰς τὸ ἱερὸν οὐκ ἔφασαν οὔτε δικαίως οὔτʼ ἀδίκως συντιμήσεσθαι, ἀλλʼ ἔφασαν ἐκχωρήσειν τοῦ σπόρου· ὁμολογίαν γὰρ εἶναι πρός σε αὐτοῖς ἐκ τοῦ γενήματος ἀποδώσειν τὸ τρίτον. ἐμοῦ δὲ καὶ Δάμιδος πολλὰ πρὸς αὐτοὺς εἰπάντων, ἐπειδὴ οὐθὲν ἠνύομεν, ᾠχόμεθα πρὸς Ζωίλον καὶ ἠξιοῦμεν αὐτὸν συμπαραγενέσθαι· ὁ δʼ ἔφη ἄσχολος εἶναι πρὸς τῆι τῶν ναυτῶν ἀποστολῆι. ἐπανελθοῦσιν οὖν ἡμῖν εἰς Φιλαδέλφειαν μεθʼ ἡμέρας γ ἔδοξεν, ἐπειδή, καθάπερ ἐν τῶι ὑπομνήματι εἴχομεν, συντιμήσασθαι οὐχ ὑπέμενον οὐδὲ προκοπὴν ποιήσασθαι, αὐτοὺς ἀξιῶσαι δοῦναι ὑποτίμησιν ἥ ποθʼ ἑκάστωι φαίνεται· οἱ δʼ ἔδωκαν ἡμῖν ἣν ἀπεστάλκαμέν σοι πρότερον. ταῦτα δʼ οἰκονομήσαντες ἦμεν πρὸς τῶι τὴν σησαμῖτιν καὶ τὴν ξυλῖτιν μετὰ τῶν βασιλικῶν γραμματέων γεωμετρεῖν, οἳ τὸν λόγον ἡμῖν ἔδωκαν τῆι κβ τοῦ Φαρμοῦθι. καλῶς ἂν οὖν ποιήσαις μηδεμίαν ἡμῶν καταγινώσκων ὀλιγωρίαν· οὐ γὰρ ἔστιν σοι ὑπηρετοῦντα ὀλιγωρεῖν. φανερὸν δέ σοι ἔσται ἐκ τοῦ τὸν σῖτον συναχθήσεσθαι μηδεμιᾶς οὔσης ἐν τῶι τόπωι χορηγίας. Πανακέστωρ. ἀντίγραφον ἐπιστολῆς τῆς πρὸς Ἀπολλώνιον. ἔτους κθ, Δαισίου ιδ, ἐν Ἀλεξανδρείαι. Ζήνωνι