Ancient Greek
PSI 5 512
Documentary Papyri, Psi 5 512
Not analysed yet
Σωσίας Ζήνωνι χαίρειν. ἔγραψάς μοι ἀγοράσαι παραλαβόντα Θεόφιλον μέλιτος μετρητὰς ε. ὁ μὲν οὖν Θεόφιλος οὐκ ἐνεδήμει, ἐγὼ δὲ πρὸς τοὺς μελισσουργοὺς ἐπορεύθην ὅπως ἂν εἰδήσω ὡς πωλεῖται. εὑρίσκομεν οὖν ὂν τὸν μετρητὴν δραχμῶν λζ. ἔγραψα οὖν σοι ὅπως εἰδῇς. ἐμοὶ δὲ οὔπω παράκειται κέρμα ἀπὸ τοῦ οἴνου, ἀλλὰ καὶ ὃ ἐδανεισάμην παρʼ Ἀθηναίου τοῦ παρὰ Πύθωνος, καθάπερ σοι εἴπαμεν ὅτι δεῖ με δανεισάμενον δραχμὰς ρ ἐπιχέαι ἐπὶ τὸν οἶνον, οὔπω ἀποδέδωκα· ἀλλὰ τὸν μὲν εἰς Τάνιν ἀναγκάζομαι μεταφέρειν, τὸν δὲ καὶ εἰς Φιλαδέλφειαν, τὸν δὲ αὐτοῦ εἰς πίστιν διδόναι· λύει γὰρ ἡμ…τιον διαπεσεῖν. εὖ οὖν γίνωσκέ με ἀνδριζόμενον. ἔρρωσο. ἔτους λγ, Παχὼνς ιβ. ἔτους λγ, Παχὼνς ιγ. Σωσίας. μέλιτος. Ζήνωνι