Ancient Greek
PSI 5 513
Documentary Papyri, Psi 5 513
Not analysed yet
Μαίμαχος Ζήνωνι χαίρειν. ὑπογέγραφά σοι τῆς παρὰ Φιλίσκου, ἐν ἧι καὶ ἡ παρὰ Θεοφίλου ὑπογέγραπται, ἐπιστολῆς τὸ ἀντίγραφον. ἀποδοθήτωσαν οὖν αὐτοῖς οἱ κλῆροι καθότι γράφουσιν. ἔρρωσο. ἔτους λδ, Χοίαχ κϛ. Φιλίσκος Μαιμάχωι χαίρειν. ὑπογέγραφά σοι τῆς παρὰ Θεοφίλου ἐπιστολῆς τὸ ἀντίγραφον. ἀποδοθήτωσαν οὖν οἱ κλῆροι καθότι γράφει. ἔτους λδ, Χοίαχ κϛ. Θεόφιλος Φιλίσκωι χαίρειν. γέγραφεν ἡμῖν Τληπόλεμος προστεταχέναι τὸν βασιλέα τοὺς ἐν ἄλλοις τόποις ὀμωμοκότας διορθώσασθαι. ἀποδοθήτωσαν οὖν οἱ κλῆροι τοῖς ὑπογεγραμμένοις. ἔτους λδ, Ἀπελλαίου ιθ. τῶν Φιλίνου Ἀρτεμίδωρος Ἐφέσιος χιλίαρχος, Θεόφιλος Πέρσης ταξίαρχος, Λυσίας Μηθυμναῖος στρατηγός· τῶν Χρυσέρμου Ἀρτεμίδωρος Σελγεὺς χιλίαρχος.