Ancient Greek
PSI 5 515
Documentary Papyri, Psi 5 515
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους λε ἐφʼ ἱερέως Νεοπτολέμου τοῦ Κραίσιος Ἀλεξάνδρου καὶ θεῶν ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινοίης τῆς Νικολάου μηνὸς Παχὼνς α. ὅρκον ὃν ὤμοσον καὶ ὑπεχειρογράφησεν Γοιρήνιος Πετεσούχου ἐκ τοῦ Μεμφίτου Θοτεῖ Ἁρυώτου τοῦ παρὰ Ζήνωνος ποιήσειν ἡμέρας λ ἀλοῶντα ἐν Φιλαδελφείαι τοῦ Ἀρσινοίτου νομοῦ ὑπὲρ Σεμθοῦς Τεῶτος ἔξω ἱεροῦ βωμοῦ σκέπης πάσης. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ ἔνοχός εἰμι τῆι ἀσεβείαι. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους λε ἐφʼ εἱερέως Νεοπτολέμου τοῦ Κραίσιος Ἀλεξάνδρου καὶ θεῶν ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Νικολάου μηνὸς Παχὼνς α. ὅρκον ὃν ὤμοσεν καὶ ὑπεχειρογράφησεν Γοιρήνιος Πετεσούχου ἐκ τοῦ Μεμφιτου Θοτεῖ Ἁρυώτου τοῦ παρὰ Ζήνωνος ποιήσειν ἡμέρας λ ἀλοῶντα ἀπὸ Παχὼνς γ ἕως Παῦνι β ἐν Φιλαδελφείαι τοῦ Ἀρσινοίτου νομοῦ ὑπὲρ Σεμθοῦς …