Ancient Greek
PSI 5 514
Documentary Papyri, Psi 5 514
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. ὁ βασιλεὺς περὶ τῶν εἰς τὰ στεφανηφόρια ξενίων πλεονάκις προστέταχεν ἐπιμελέστερον. νύκτα οὖν ἡμέραν ποιούμενος κατάπεμψον τὰ διαγραφέντα ἐκ Φιλαδελφείας· καὶ σπούδασον μάλιστα μὲν πρὸ πλείονος, εἰ δὲ μή, τό γʼ ἐλάχιστον πρὸ τριῶν ἡμερῶν ἐν Ἀλεξανδρείαι καταστῆναι ,ἵνα μὴ καθυστερῆι τοῦ καιροῦ, καὶ ταῦτα τῆς χρείας οὕτως ἀναγκαίας οὔσης. εὐθέως δὲ τούτων ἐχόμενα κατάπεμψον τὰ ἐπισταλέντα εἰς τὰ γενέθλια τοῦ βασιλέως, εἰς ὃν καιρὸν ἐγράψαμεν ἐν ταῖς πρότερον ἐπιστολαῖς. ἔρρωσο. ἔτους λδ, Περιτίου κη, Φαμενὼθ γ ἔτους λδ, Φαμενὼθ ζ. παρʼ Ἀπολλωνίου διοικητοῦ …νηφο …γενέθλια τοῦ βασιλέως. Ζήνωνι