Ancient Greek
PSI 5 524
Documentary Papyri, Psi 5 524
Not analysed yet
Σώστρατος Ζήνωνι Ξενοφῶντι χαίρειν. τὴν παρὰ Σωσιβίου περὶ Ἀμμωνίου ἐπιστολὴν ἐπειδὴ οὐκ ἀποδέδωκεν Ἕρμων τῶι Ζηνοδώρωι, ὡς ἂν …τάχιστα λάβητε τὴν ἐπιστολὴν συντόμως συνθέντες Προθύμωι ἀποστείλατε πρὸς ἡμᾶς, ὅπως ἐνθάδε ἀποδοθῆι αὐτῶι. καὶ τοῖς μελισσουργοῖς δὲ γράψατε ὅπως ἅ ποτʼ ἠδικῆσθαί φασιν ἀποστείλωσίν τινα ἔχοντα πρὸς ἡμᾶς. ἔρρωσθε. ἔτους ζ, Παῦνι ιδ. Ξενοφῶντι