Ancient Greek
PSI 5 525
Documentary Papyri, Psi 5 525
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Δημητρίου. γίνωσκέ με οὐκ ἔχοντα σιτομετρίαν πλείω χρόνον, ἀλλὰ σιτωνῶ καὶ ἅ ποτε σκεύη εἶχον ἐνέχυρα κεῖται· τὴν μὲν γὰρ ἐν πόλει δαπάνην οὐδὲ σὲ οἶμαι ἀγνοεῖν, ὅτι πλείω ἡμέρας ἐκεῖ κατασχεθεὶς δανεισάμενος χαλκοῦς ἀναπέπλευκα. καλῶς οὖν ποιήσεις, ἐάν σοι φαίνηται, τοῦ τε κεραμίου τὴν τιμὴν συντάξας ἀποδοῦναι καὶ τοῦ σίτου ὃ ἄν σοι δόξηι καλῶς ἔχειν, ἵνα μὴ ἄλλους θωπεύωμεν σοῦ ὑγιαίνοντος. εὐτύχει.